ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίωι ἔνι πλαγγών, καὶ τούτων † ἔτι μεῖζον ἐτάκετο μέσφʼ ἐπὶ νευράς· δειλαίωι ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν. κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δʼ ἔστενον αἱ δύʼ ἀδελφαί χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι. καὶ δʼ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε, τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων· ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μέν σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτόν βλητὸν ὑπʼ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν· νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται. ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτός βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι. χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι. ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν, καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίαι ἔτρεφε μάτηρ, καὶ τὸν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον, καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά. μέσφʼ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο, μῶνοι ἄρʼ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο. ἀλλʼ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν ὀδόντες, καὶ τόχʼ ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός. Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής, εἴη μηδʼ ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί. ἄισατε παρθενικαί, καὶ ἐπιφθέγξασθε τεκοῖσαι Δάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε . χὠς αἱ τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι