ἄγετό τις νύμφαν· Ἐρυσίχθονα δίσκος ἔτυψεν, ἢ ἔπεσʼ ἐξ ἵππων , ἢ ἐν Ὄθρυϊ ποίμνιʼ ἀμιθρεῖ . ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστάς ἤσθιε μυρία πάντα· κακὰ δʼ ἐξάλλετο γαστήρ αἰεὶ μᾶλλον ἔδοντι, τὰ δʼ ἐς βυθὸν οἷα θαλάσσας ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα.