ἄγετό τις νύμφαν· Ἐρυσίχθονα δίσκος ἔτυψεν, ἢ ἔπεσʼ ἐξ ἵππων , ἢ ἐν Ὄθρυϊ ποίμνιʼ ἀμιθρεῖ . ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστάς ἤσθιε μυρία πάντα· κακὰ δʼ ἐξάλλετο γαστήρ αἰεὶ μᾶλλον ἔδοντι, τὰ δʼ ἐς βυθὸν οἷα θαλάσσας ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα. ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίωι ἔνι πλαγγών, καὶ τούτων † ἔτι μεῖζον ἐτάκετο μέσφʼ ἐπὶ νευράς· δειλαίωι ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν. κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δʼ ἔστενον αἱ δύʼ ἀδελφαί χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι. καὶ δʼ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε, τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων· ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μέν σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτόν βλητὸν ὑπʼ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν· νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.