αἰδόμενοι γονέες, προχανὰ δʼ εὑρίσκετο πᾶσα. ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπʼ ἄεθλα Ὀρμενίδαι καλέοντες· ἀπʼ ὦν ἀρνήσατο μάτηρ οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε τέλθος ἀπαιτησῶν ἑκατὸν βόας . ἦνθε Πολυξώ, μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί, ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα. τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δʼ ἤλασε κάπρος Πίνδον ἀνʼ εὐάγκειαν, δ δʼ ἐννέα φάεα κεῖται . δειλαία φιλότεκνε, τί δʼ οὐκ ἐψεύσαο, μᾶτερ; δαίνυεν εἰλαπίναν τις· ἐν ἀλλοτρίοις Ἐρυσίχθων .