αἰδόμενοι γονέες, προχανὰ δʼ εὑρίσκετο πᾶσα. ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπʼ ἄεθλα Ὀρμενίδαι καλέοντες· ἀπʼ ὦν ἀρνήσατο μάτηρ οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε τέλθος ἀπαιτησῶν ἑκατὸν βόας . ἦνθε Πολυξώ, μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,