αἴθωνα κρατερόν, μεγάλαι δʼ ἐστρεύγετο νούσωι. σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις. εἴκατι δαῖτα πένοντο, δυώδεκα δʼ οἶνον ἄφυσσον· τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτει· † καὶ γὰρ τᾶι Δάματρι συνωργίσθη Διόνυσος. οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον αἰδόμενοι γονέες, προχανὰ δʼ εὑρίσκετο πᾶσα. ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπʼ ἄεθλα Ὀρμενίδαι καλέοντες· ἀπʼ ὦν ἀρνήσατο μάτηρ οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε τέλθος ἀπαιτησῶν ἑκατὸν βόας . ἦνθε Πολυξώ, μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί, ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα. τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δʼ ἤλασε κάπρος Πίνδον ἀνʼ εὐάγκειαν, δ δʼ ἐννέα φάεα κεῖται . δειλαία φιλότεκνε, τί δʼ οὐκ ἐψεύσαο, μᾶτερ; δαίνυεν εἰλαπίναν τις· ἐν ἀλλοτρίοις Ἐρυσίχθων .