αἴθωνα κρατερόν, μεγάλαι δʼ ἐστρεύγετο νούσωι. σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις. εἴκατι δαῖτα πένοντο, δυώδεκα δʼ οἶνον ἄφυσσον· τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτει· † καὶ γὰρ τᾶι Δάματρι συνωργίσθη Διόνυσος. οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον