ἃ δʼ ἄλλως μὲν ἔασεν, ἀναγκαίαι γὰρ ἕποντο δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δʼ ἀπαμείψατʼ ἄνακτα ναὶ ναί, τεύχεο δῶμα κύον κύον ὧι ἔνι δαῖτας ποιησεῖς· θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι. ἃ μὲν τόσσʼ εἰποῖσʼ Ἐρυσίχθονι τεῦχε πονηρά. αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμόν αἴθωνα κρατερόν, μεγάλαι δʼ ἐστρεύγετο νούσωι. σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις. εἴκατι δαῖτα πένοντο, δυώδεκα δʼ οἶνον ἄφυσσον· τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτει· † καὶ γὰρ τᾶι Δάματρι συνωργίσθη Διόνυσος. οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον