ἃ δʼ ἄλλως μὲν ἔασεν, ἀναγκαίαι γὰρ ἕποντο δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δʼ ἀπαμείψατʼ ἄνακτα ναὶ ναί, τεύχεο δῶμα κύον κύον ὧι ἔνι δαῖτας ποιησεῖς· θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι. ἃ μὲν τόσσʼ εἰποῖσʼ Ἐρυσίχθονι τεῦχε πονηρά. αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμόν