αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ. εἷπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν. Δαμάτηρ δʼ ἄφατόν τι κοτέσσατο, εἴσατο δʼ ἁ θεύς· ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατʼ Ὀλύμπω. οἳ μὲν ἄρʼ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον, ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες.