πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις . τὰν δʼ ἄρʼ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα, χάζευ ἔφα μή τοι πέλεκυν μέγαν ἐν χροῒ παξῶ. ταῦτα δʼ ἐμὸν θησεῖ στεγανὸν δόμον, ὧι ἔνι δαῖτας αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ. εἷπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν. Δαμάτηρ δʼ ἄφατόν τι κοτέσσατο, εἴσατο δʼ ἁ θεύς· ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατʼ Ὀλύμπω. οἳ μὲν ἄρʼ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον, ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες. ἃ δʼ ἄλλως μὲν ἔασεν, ἀναγκαίαι γὰρ ἕποντο δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δʼ ἀπαμείψατʼ ἄνακτα ναὶ ναί, τεύχεο δῶμα κύον κύον ὧι ἔνι δαῖτας ποιησεῖς· θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι. ἃ μὲν τόσσʼ εἰποῖσʼ Ἐρυσίχθονι τεῦχε πονηρά. αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμόν