πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις . τὰν δʼ ἄρʼ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα, χάζευ ἔφα μή τοι πέλεκυν μέγαν ἐν χροῒ παξῶ. ταῦτα δʼ ἐμὸν θησεῖ στεγανὸν δόμον, ὧι ἔνι δαῖτας