δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρί στέμματα καὶ μάκωνα, κατωμαδίαν δʼ ἔχε κλαῖδα. φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις, τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι, παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῆι