ἦς δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον, τῶι ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο, ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις. ἄισθετο Δαμάτηρ ὅτι οἱ ξύλον ἱερὸν ἄλγει, εἶπε δὲ χωσαμένα τίς μοι καλὰ δένδρεα κόπτει; αὐτίκα Νικίππαι, τὰν οἱ πόλις ἀράτειραν