ἀλλʼ ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων, τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά· σεύατʼ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾶι, πάντας δʼ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι, ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας ἐς δὲ τὸ τᾶς Δάματρος ἀναιδέες ἔδραμον ἄλσος. ἦς δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον, τῶι ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο, ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις. ἄισθετο Δαμάτηρ ὅτι οἱ ξύλον ἱερὸν ἄλγει, εἶπε δὲ χωσαμένα τίς μοι καλὰ δένδρεα κόπτει; αὐτίκα Νικίππαι, τὰν οἱ πόλις ἀράτειραν δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρί στέμματα καὶ μάκωνα, κατωμαδίαν δʼ ἔχε κλαῖδα. φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις, τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι, παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῆι πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις . τὰν δʼ ἄρʼ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα, χάζευ ἔφα μή τοι πέλεκυν μέγαν ἐν χροῒ παξῶ. ταῦτα δʼ ἐμὸν θησεῖ στεγανὸν δόμον, ὧι ἔνι δαῖτας αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ. εἷπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν. Δαμάτηρ δʼ ἄφατόν τι κοτέσσατο, εἴσατο δʼ ἁ θεύς· ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατʼ Ὀλύμπω. οἳ μὲν ἄρʼ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον, ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες.