ἀλλʼ ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων, τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά· σεύατʼ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾶι, πάντας δʼ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι, ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας ἐς δὲ τὸ τᾶς Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.