τεῖ δʼ αὐτᾶι καλὸν ἄλσος ἐποιήσαντο Πελασγοί δένδρεσιν ἀμφιλαφές· διά κεν μόλις ἦνθεν ὀιστός· ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι, ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δʼ ὥστʼ ἀλέκτρινον ὕδωρ ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δʼ ἐπεμαίνετο χώρωι ὅσσον Ἐλευσῖνι, Τριόπαι θʼ ὅσον ὁκκόσον Ἔνναι.