δωσεῖ πάντʼ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται. χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔν θʼ ὁμονοίαι ἔν τʼ εὐηπελίαι, φέρε δʼ ἀγρόθι νόστιμα πάντα· φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν, φέρβε καὶ εἰράναν, ἵνʼ ὃς ἄροσε τῆνος ἀμάσηι. ἵλαθί μοι τρίλλιστε μέγα κρείοισα θεάων.