τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν, τοσσάκι δʼ ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον, τρὶς δʼ ἐπὶ Καλλιχόρωι χαμάδις ἐκαθίσσαο φρητί αὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα. μὴ μὴ ταῦτα λέγωμες ἃ δάκρυον ἄγαγε Δηοῖ· κάλλιον, ὡς πολίεσσιν ἑαδότα τέθμια δῶκε· κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι, ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν· κάλλιον, ὡς (ἵνα καί τις ὑπερβασίας ἀλέηται) π οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον, τεῖ δʼ αὐτᾶι καλὸν ἄλσος ἐποιήσαντο Πελασγοί δένδρεσιν ἀμφιλαφές· διά κεν μόλις ἦνθεν ὀιστός· ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι, ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δʼ ὥστʼ ἀλέκτρινον ὕδωρ ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δʼ ἐπεμαίνετο χώρωι ὅσσον Ἐλευσῖνι, Τριόπαι θʼ ὅσον ὁκκόσον Ἔνναι.