τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα ἡξεῖ καὶ φθινόπωρον, ἔτος δʼ εἰς ἄλλο φυλαξεῖ. ὡς δʼ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες, ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί. ὡς δʼ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι, ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα. μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως, τὰς δὲ τελεσφορέας ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν, αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ βαρεῖαι χἄτις Ἐλειθυίαι τείνει χέρα χἄτις ἐν ἄλγει, ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ· ταῖσι δὲ Δηώ δωσεῖ πάντʼ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται. χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔν θʼ ὁμονοίαι ἔν τʼ εὐηπελίαι, φέρε δʼ ἀγρόθι νόστιμα πάντα· φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν, φέρβε καὶ εἰράναν, ἵνʼ ὃς ἄροσε τῆνος ἀμάσηι. ἵλαθί μοι τρίλλιστε μέγα κρείοισα θεάων.