τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα ἡξεῖ καὶ φθινόπωρον, ἔτος δʼ εἰς ἄλλο φυλαξεῖ. ὡς δʼ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες, ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί. ὡς δʼ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι, ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα. μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως, τὰς δὲ τελεσφορέας ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν, αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ βαρεῖαι χἄτις Ἐλειθυίαι τείνει χέρα χἄτις ἐν ἄλγει, ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ· ταῖσι δὲ Δηώ