τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα ἡξεῖ καὶ φθινόπωρον, ἔτος δʼ εἰς ἄλλο φυλαξεῖ. ὡς δʼ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες, ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί. ὡς δʼ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,