καὶ τὸν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον, καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά. μέσφʼ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο, μῶνοι ἄρʼ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο. ἀλλʼ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν ὀδόντες, καὶ τόχʼ ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο