ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτός βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι. χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι. ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν, καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίαι ἔτρεφε μάτηρ, καὶ τὸν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον, καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά. μέσφʼ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο, μῶνοι ἄρʼ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο. ἀλλʼ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν ὀδόντες, καὶ τόχʼ ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός. Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής, εἴη μηδʼ ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί. ἄισατε παρθενικαί, καὶ ἐπιφθέγξασθε τεκοῖσαι Δάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε . χὠς αἱ τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι