τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε γυναῖκες Δάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε . τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε βέβαλοι, μηδʼ ἀπὸ τῶ τέγεος μηδʼ ὑψόθεν αὐγάσσησθε μὴ παῖς μηδὲ γυνὰ μηδʼ ἃ κατεχεύατο χαίταν, μηδʼ ὅκʼ ἀφʼ αὑαλέων στομάτων πτύωμες ἄπαστοι. ἕσπερος ἐκ νεφέων ἐσκέψατο (πανίκα νεῖται;), ἕσπερος, ὅστε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν, ἁρπαγίμας ὅκʼ ἄπυστα μετέστιχεν ἴχνια κώρας. πότνια πῶς σε δύναντο πόδες φέρεν ἔστʼ ἐπὶ δυθμάς, ἔστʼ ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα; οὐ πίες οὐδʼ ἄρʼ ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα.