ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίῳ ἔνι πλαγγών, καὶ τούτων ἔτι μεῖζον ἐτάκετο μέσφʼ ἐπὶ νευράς· δειλαίῳ ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν. κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δʼ ἔστενον αἱ δύʼ ἀδελφαὶ χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι. καὶ δʼ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε, τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων· ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μὲν σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτὸν βλητὸν ὑπʼ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν· νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται. ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτὸς βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι. χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι. ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν, καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίᾳ ἔτρεφε μάτηρ, καὶ τὰν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον, καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά. μέσφʼ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο, μῶνοι ἄρʼ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο. ἀλλʼ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν ἀνεξήραναν Ernesti; ἀνεξήραινον MSS. ὀδόντες, καὶ τόχʼ ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός. Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής, εἴη μηδʼ ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί. ᾄσατε ἄσατε F; om. AE. παρθενικαί, καὶ ἐπιφθέγξασθε τεκοῖσαι Δάματερ μέγα χαῖρε πολυτρόφε πουλυμέδιμνε. χὠς αἱ χὠς αἱ Stephanus; χὧσαι . τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι