ἄγετό τις νύμφαν· Ἐρυσίχθονα δίσκος ἔτυψεν, ἢ ἔπεσʼ ἐξ ἵππων, ἢ ἐν Ὄθρυϊποίμνἰ ἀμιθρεῖ. ἀμιθρεῖ Ruhnken, Valckenaer; ἀμι- A, ἀμ᾽ E, ἀριθμεῖ d; ἀμέλγει F. ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστὰς ἤσθιε μυρία πάντα· κακὰ δʼ ἐξάλλετο γαστὴρ αἰεὶ μᾶλλον ἔδοντι, τὰ δʼ ἐς βυθὸν οἷα θαλάσσας ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα. ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίῳ ἔνι πλαγγών, καὶ τούτων ἔτι μεῖζον ἐτάκετο μέσφʼ ἐπὶ νευράς· δειλαίῳ ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν. κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δʼ ἔστενον αἱ δύʼ ἀδελφαὶ χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι. καὶ δʼ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,