ἄγετό τις νύμφαν· Ἐρυσίχθονα δίσκος ἔτυψεν, ἢ ἔπεσʼ ἐξ ἵππων, ἢ ἐν Ὄθρυϊποίμνἰ ἀμιθρεῖ. ἀμιθρεῖ Ruhnken, Valckenaer; ἀμι- A, ἀμ᾽ E, ἀριθμεῖ d; ἀμέλγει F. ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστὰς ἤσθιε μυρία πάντα· κακὰ δʼ ἐξάλλετο γαστὴρ αἰεὶ μᾶλλον ἔδοντι, τὰ δʼ ἐς βυθὸν οἷα θαλάσσας ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα. ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίῳ ἔνι πλαγγών, καὶ τούτων ἔτι μεῖζον ἐτάκετο μέσφʼ ἐπὶ νευράς· δειλαίῳ ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν. κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δʼ ἔστενον αἱ δύʼ ἀδελφαὶ χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι. καὶ δʼ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε, τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων· ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μὲν σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτὸν βλητὸν ὑπʼ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν· νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.