ἁ δʼ ἄλλως μὲν ἔασεν, ἀναγκαίᾳ γὰρ ἕποντο δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δʼ ἀπαμείψατʼ ἄνακτα ναὶ ναί, τεύχεο δῶμα, κύον, κύον, ᾧ ἔνι δαῖτας ποιησεῖς· θαμιναὶ γάρ ἐς ὕστερον εἰλαπίναι τοι. ἁ μὲν τόσσʼ εἰποῖσʼ Ἐρυσίχθονι τεῦχε πονηρά. αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμὸν αἴθωνα κρατερόν, μεγάλᾳ δʼ ἐστρεύγετο νούσῳ. σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις. εἴκατι δαῖτα πένοντο, δυώδεκα δʼ οἶνον ἄφυσσον· τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτελ· καὶ γὰρ τᾷ Δάματρι συνωργίσθη Διόνυσος. οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον