πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις. τὰν δʼ ἄρʼ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα, χάζευ, ἔφα, μή τοι πέλεκυν μέγαν ἐν χροΐ πάξω. ταῦτα δʼ ἐμὸν θησεῖ στεγανὸν δόμον, ᾧ ἔνι δαῖτας αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ. εἶπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν. Δαμάτηρ δʼ ἄφατόν τι κοτέσσατο, γείνατο γείνατο MSS.; γείνετο Schneider. δʼ ἁ ἁ MSS.; αὖ Bergk. θεύς· ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατʼ Ὀλύμπω. οἱ μὲν ἄρʼ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον, ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες·