ἀλλʼ ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων, τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά· σεύατʼ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾷ, πάντας δʼ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι, ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας, ἐς δὲ τὸ Δάματρος ἀναιδέες ἔδραμον ἄλσος. ἦς ἦς d; ἦν. δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον, τῷ δʼ ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο, ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις. ᾄσθετο Δαμάτηρ, ὅτι οἱ ξύλον ἱερὸν ἄλγει, εἶπε δὲ χωσαμένα "τίς μοι καλὰ δένδρεα κόπτει;" αὐτίκα Νικίππᾳ, τάν οἱ πόλις ἀράτειραν δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρὶ στέμματα καὶ μάκωνα, κατωμαδίαν δʼ ἔχε κλᾷδα. φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις, τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι, παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῇ