τὶν δʼ τὸν δ᾽ MSS.; τεῖδ᾽ Schneider. αὐτᾷ καλὸν ἄλσος ἐποιήσαντο Πελασγοὶ δένδρεσιν ἀμφιλαές· διά κεν μόλις ἦνθεν ὀιστός· ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι, ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δʼ ὥστʼ ἀλέκτρινον ὕδωρ ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δʼ ἐπεμαίνετο χώρῳ ὅσσον Ἐλευσῖνι, Τριόπῳ θʼ τριόπῳ θ᾽ LM; Τριοπᾷδ᾽ Schneider; τριόπαιδ᾽ AF; τριόπᾳ θ’ δ . ὅσον, ὁκκόσον Ἔννᾳ. ἀλλʼ ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων, τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά· σεύατʼ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾷ, πάντας δʼ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι, ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας, ἐς δὲ τὸ Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.