τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε, γυναῖκες, Δάματερ μέγα χαῖρε πολυτρόφε πουλυμέδιμνε. τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε βέβαλοι, Schol. Plato, Symp. 218 B καὶ εἴ τις ἄλλος ἐστὶ βέβηλός τε καὶ ἄγροικος, πύλας παμμεγάλας τοῖς ὠσὶν ἐπίθεσθε] ἐντεῦθεν παρῴδησε Καλλίμαχος ἐν ὕμνῳ Δήμητρος καλάθου τὸ θύρας δ’ ἐπίθεσθε βέβηλοι . μηδʼ ἀπὸ τῶ τέγεος μηδʼ ὑψόθεν αὐγάσσησθε μὴ παῖς μηδὲ γυνὰ μηδʼ ἃ κατεχεύατο χαίταν, μηδʼ ὅκʼ ἀφʼ αὑαλέων στομάτων πτύωμες ἄπαστοι. ἕσπερος ἐκ νεφέων ἐσκέψατο πανίκα νεῖται, ἕσπερος, ὅστε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν, ἁρπαγίμας ὅκʼ ἄπυστα μετέστιχεν ἴχνια κώρας. πότνια, πῶς σε δύναντο πόδες φέρεν ἔστʼ ἐπὶ δυθμάς, ἔστʼ ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα; οὐ πίες οὔτʼ ἄρʼ ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα. τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν, τοσσάκι δʼ ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον, τρὶς δʼ ἐπὶ Καλλιχόρῳ τρὶς δ ἐπὶ καλλι . . . only is preserved in A; the lacuna is supplied in F and late MSS. χαμάδις ἐκαθίσσαο φρητί αὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα. μὴ μὴ ταῦτα λέγωμες ἃ δάκρυον ἄγαγε Δηοῖ· κάλλιον, ὡς πολίεσσιν ἑαδότα πτολίεσσιν ἑα . . . A; lacuna supplied in F. τέθμια δῶκε· κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι, ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν· κάλλιον, ὡς, ἵνα καί τις ὑπερβασίας ὑπερβα . . . A; lacuna supplied in F etc. ἀλέηται, π ἰδέσθαι π . . . A; . . . ἰδέσθαι pd. οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον, τὶν δʼ τὸν δ᾽ MSS.; τεῖδ᾽ Schneider. αὐτᾷ καλὸν ἄλσος ἐποιήσαντο Πελασγοὶ δένδρεσιν ἀμφιλαές· διά κεν μόλις ἦνθεν ὀιστός· ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι, ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δʼ ὥστʼ ἀλέκτρινον ὕδωρ ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δʼ ἐπεμαίνετο χώρῳ ὅσσον Ἐλευσῖνι, Τριόπῳ θʼ τριόπῳ θ᾽ LM; Τριοπᾷδ᾽ Schneider; τριόπαιδ᾽ AF; τριόπᾳ θ’ δ . ὅσον, ὁκκόσον Ἔννᾳ.