ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν, ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ, ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις. † ἁ μὲν ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα † μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων ἆγε βαρὺ κλαίοισα, θεὰ δʼ ἐλέησεν ἑταίραν καί νιν Ἀθαναία πρὸς τόδʼ ἔλεξεν ἔπος δῖα γύναι μετὰ πάντα βαλεῦ πάλιν ὅσσα διʼ ὀργάν εἶπας· ἐγὼ δʼ οὔ τοι τέκνον ἔθηκʼ ἀλαόν. οὐ γὰρ Ἀθαναίαι γλυκερὸν πέλει ὄμματα παίδων ἁρπάζειν· Κρόνιοι δʼ ὧδε λέγοντι νόμοι· ὅς κε τινʼ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται, ἀθρήσηι, μισθῶ τοῦτον ἰδεῖν μεγάλω. δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο ἔργον· ἐπεὶ μοιρᾶν ὧδʼ ἐπένησε λίνα, ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ, ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον. πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ, πόσσα δʼ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι. καὶ τῆνος μεγάλας σύνδρομος Ἀτέμιδος ἐσσεῖτʼ· ἀλλʼ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τʼ ἐν ὄρεσσι ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι, ὁπ πόκα κοὐκ ἐθέλων περ ἴδηι χαρίεντα λοετρά δαίμονος· ἀλλʼ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες τουτάκι δειπνησεῦντι· τὰ δʼ υἱέος ὀστέα μάτηρ λεξεῖται δρυμὼς πάντας ἐπερχομένα· ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι, ἐξ ὀρέων ἀλαὸν παῖδʼ ἀποδεξαμέναν.