ἵππω ἐπὶ κράναι Ἑλικωνίδι καλὰ ῥεοίσαι λῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία. ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι, πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος. Τειρεσίας δʼ ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένεια περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο· διψάσας δʼ ἄφατόν τι ποτὶ ρῥόον ἤλυθε κράνας, σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά· τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον, ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων; ἃ μὲν ἔφα, παιδὸς δʼ ὄμματα νὺξ ἔλαβεν. ἑστάκη δʼ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία. ἁ νύμφα δʼ ἐβόασε τί μοι τὸν κῶρον ἔρεξας πότνια; τοιαῦται δαίμονες ἐστἐ φίλαι; ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας, ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν, ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ, ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις. † ἁ μὲν ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα † μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων