σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ʼς Φυσάδειαν ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ. καὶ γὰρ δὴ χρυσῶι τε καὶ ἄνθεσιν ὕδατα μείξας ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων τἀθάναι τὸ λοετρὸν ἄγων καλόν. ἀλλὰ Πελασγέ φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδηις. ὅς κεν ἴδηι γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον, τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον. πότνιʼ Ἀθαναία τὺ μὲν ἔξιθι· μέσφα δʼ ἐγώ τι ταῖσδʼ ἐρέω. μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων. παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις πουλύ τι καὶ πέρι δὴ φίλατο τᾶν ἑταρᾶν, ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο· ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων ¯˘˘¯˘˘¯˘; ἢ εἰς Ἁλίαρτον ἐλαύνοι ἵππως, Βοιωτῶν ἔργα διερχομένα, ἢ ʼπὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος καὶ βωμοὶ ποταμῶι κεῖντʼ ἐπὶ Κουραλίωι· πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω, οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι ἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ· ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενεν, καίπερ Ἀθαναίαι καταθύμιον ἔσσαν ἑταίραν. δή ποκα γὰρ πέπλων λυσομένα περόνας