ἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ βαλοῖσα χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς· ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν. τῶι καὶ νῦν ἄρσεν τι κομίξατε μῶνον ἔλαιον, ὧι Κάστωρ, ὧι καὶ χρίεται Ἡρακλέης· οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον. ἔξιθʼ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα, παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν· ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς, ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον· Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς· ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον δᾶμον ἑτοιμάζοντα φυγᾶι τεὸν ἱρὸν ἄγαλμα ὤιχετʼ ἔχων, Κρεῖον δʼ εἰς ὄρος ὠικίσατο· κρεῖον ὄρος· σὲ δὲ δαῖμον ἀπορρώγεσσιν ἔθηκεν ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες. ἔξιθʼ Ἀθαναία περσέπτολι χρυσεοπήληξ, ἵππων καὶ σακέων ἁδομένα πατάγωι. σάμερον ὑδροφόροι μὴ βάπτετε — σάμερον Ἄργος πίνετʼ ἀπὸ κρανᾶν μηδʼ ἀπὸ τῶ ποταμῶ,