ὦ ἑτάρα, τῶι μή τι μινύρεο· τῶιδε γὰρ ἄλλα τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα. μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν, ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον, γνωσεῖται δʼ ὄρνιχας, ὃς αἴσιος οἵ τε πέτονται ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες. πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμωι χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις. δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ, δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον. καὶ μόνος, εὖτε θάνηι, πεπνυμένος ἐν νεκύεσσι φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλαι. ὣς φαμένα κατένευσε· τὸ δʼ ἐντελές ὧι κʼ ἔπι νεύσηι Παλλάς, ἐπεὶ μώναι Ζεὺς τό γε θυγατέρων δῶκεν Ἀθαναίαι, πατρώια πάντα φέρεσθαι, λωτροχόοι, μάτηρ δʼ οὔτις ἔτικτε θεάν, ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει ψεύδεα αι θυγάτηρ. ἔρχετʼ Ἀθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθε τὰν θεόν, ὦ κῶραι, τὦργον ὅσαις μέλεται, σύν τʼ εὐαγορίαι σύν τʼ εὔγμασι σύν τʼ ὀλολυγαῖς. χαῖρε θεά, κάδευ δʼ Ἄργεος Ἰναχίω. χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις ἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.