ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις. ἆ καὶ ἅμʼ ἆ καὶ ἅμ᾽ Editor; ἁ (ἡ) μὲν . ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα μάτηρ μὲν γοερᾶν οἶτον οἶκτον Stephanus. ἀηδονίδων ἆγε βαρὺ κλαίοισα, θεὰ δʼ ἐλέησεν ἑταίραν καί νιν Ἀθαναία πρὸς τόδʼ ἔλεξεν ἔπος δῖα γύναι, μετὰ πάντα βαλεῦ πάλιν ὅσσα διʼ ὀργὰν εἶπας· ἐγὼ δʼ οὔ τοι τέκνον ἔθηκʼ ἀλαόν. οὐ γὰρ Ἀθαναίᾳ γλυκερὸν πέλει ὄμματα παίδων ἁρπάζειν· Κρόνιοι δʼ ὧδε λέγοντι νόμοι· ὅς κε τινʼ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται, ἀθρήσῃ, μισθῶ τοῦτον ἰδεῖν μεγάλω. δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο ἔργον· ἐπεὶ μοιρᾶν ὧδʼ ἐπένησε ἐπένησε Spanheim, Bentley; ἐπένευσε . λίνα, ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ, ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον. πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ, τόσσα δʼ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι. καὶ τῆνος μεγάλας σύνδρομος Ἀρτέμιδος ἐσσεῖτʼ· ἀλλʼ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τʼ ἐν ὄρεσσι ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι, ὁππόκʼ ὁππόταν MSS. ἂν οὐκ ἐθέλων περ ἴδῃ χαρίεντα λοετρὰ δαίμονος· ἀλλʼ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες τουτάκι δειπνησεῦντι· τὰ δʼ υἱέος ὀστέα μάτηρ λεξεῖται δρυμὼς πάωτας ἐπερχομένα· ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι, ἐξ ὀρέων ἀλαὸν παῖδʼ ὑποδεξαμέναν. ἀποδεξαμέναν Meineke; an absolute solecism, but accepted by Wilamowitz and others. ὦ ἑτάρα, τῶ μή τι μινύρεο· τῷδε γὰρ ἄλλα τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα.