ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις. ἆ καὶ ἅμʼ ἆ καὶ ἅμ᾽ Editor; ἁ (ἡ) μὲν . ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα μάτηρ μὲν γοερᾶν οἶτον οἶκτον Stephanus. ἀηδονίδων ἆγε βαρὺ κλαίοισα, θεὰ δʼ ἐλέησεν ἑταίραν καί νιν Ἀθαναία πρὸς τόδʼ ἔλεξεν ἔπος δῖα γύναι, μετὰ πάντα βαλεῦ πάλιν ὅσσα διʼ ὀργὰν εἶπας· ἐγὼ δʼ οὔ τοι τέκνον ἔθηκʼ ἀλαόν. οὐ γὰρ Ἀθαναίᾳ γλυκερὸν πέλει ὄμματα παίδων ἁρπάζειν· Κρόνιοι δʼ ὧδε λέγοντι νόμοι·