ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων; ἁ μὲν ἔφα, παιδὸς δʼ ὄμματα νὺξ ἔλαβεν. ἔλαβεν Vindob. 318; ἔβαλεν other MSS. ἑστάκη ἑστάκη Buttmann; ἑστάθη ( ἐστάθη ). δʼ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία. ἁ νύμφα δʼ ἐβόασε τί μοι τὸν κῶρον ἔρεξας, πότνια; τοιαῦται δαίμονες ἐστὲ φίλαι; ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε, εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας, ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν, ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ,