διψάσας δʼ ἄφατόν τι ποτὶ ῥόον ἤλυθε κράνας, σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά· τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον, ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων; ἁ μὲν ἔφα, παιδὸς δʼ ὄμματα νὺξ ἔλαβεν. ἔλαβεν Vindob. 318; ἔβαλεν other MSS. ἑστάκη ἑστάκη Buttmann; ἑστάθη ( ἐστάθη ). δʼ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία. ἁ νύμφα δʼ ἐβόασε τί μοι τὸν κῶρον ἔρεξας, πότνια; τοιαῦται δαίμονες ἐστὲ φίλαι; ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε, εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας, ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν, ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ, ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις. ἆ καὶ ἅμʼ ἆ καὶ ἅμ᾽ Editor; ἁ (ἡ) μὲν . ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα μάτηρ μὲν γοερᾶν οἶτον οἶκτον Stephanus. ἀηδονίδων ἆγε βαρὺ κλαίοισα, θεὰ δʼ ἐλέησεν ἑταίραν καί νιν Ἀθαναία πρὸς τόδʼ ἔλεξεν ἔπος δῖα γύναι, μετὰ πάντα βαλεῦ πάλιν ὅσσα διʼ ὀργὰν εἶπας· ἐγὼ δʼ οὔ τοι τέκνον ἔθηκʼ ἀλαόν.