ἵππω ἐπὶ κράνᾳ Ἑλικωνίδι καλὰ ῥεοίσᾳ λῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία. ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι, πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος. Τειρεσίας δʼ ἔτι μῶνος μοῦνος MSS. ἁμᾶ κυσὶν ἄρτι γένεια περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο· διψάσας δʼ ἄφατόν τι ποτὶ ῥόον ἤλυθε κράνας, σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά· τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον,