ἢ?̓πὶ Κορωνείας ἢ εἰς Ἁλίαρτον ἐλαύνοι ἵππως, Βοιωτῶν ἔργα διερχομένα, ἢ?̓πὶ Κορωνείας, There is much uncertainty about the text here. We assume a very bold epanaphora. ἵνα οἱ τεθυωμένον ἄλσος καὶ βωμοὶ ποταμῷ κεῖντʼ ἐπὶ Κωραλίῳ· πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω, οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι ἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ· ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενεν, καίπερ Ἀθαναίᾳ καταθύμιον ἔσσαν ἑταίραν. δή ποκα ποτε MSS. γὰρ πέπλων λυσαμένα περόνας ἵππω ἐπὶ κράνᾳ Ἑλικωνίδι καλὰ ῥεοίσᾳ λῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία. ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι, πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος. Τειρεσίας δʼ ἔτι μῶνος μοῦνος MSS. ἁμᾶ κυσὶν ἄρτι γένεια περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο· διψάσας δʼ ἄφατόν τι ποτὶ ῥόον ἤλυθε κράνας, σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά· τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον, ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων; ἁ μὲν ἔφα, παιδὸς δʼ ὄμματα νὺξ ἔλαβεν. ἔλαβεν Vindob. 318; ἔβαλεν other MSS. ἑστάκη ἑστάκη Buttmann; ἑστάθη (ἐστάθη) . δʼ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία. ἁ νύμφα δʼ ἐβόασε τί μοι τὸν κῶρον ἔρεξας, πότνια; τοιαῦται δαίμονες ἐστὲ φίλαι; ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε, εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας, ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν, ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ,