ἢ ʼπὶ Κορωνείας ἢ εἰς Ἁλίαρτον ἐλαύνοι ἵππως, Βοιωτῶν ἔργα διερχομένα, ἢ ʼπὶ Κορωνείας, There is much uncertainty about the text here. We assume a very bold epanaphora. ἵνα οἱ τεθυωμένον ἄλσος καὶ βωμοὶ ποταμῷ κεῖντʼ ἐπὶ Κωραλίῳ· πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω, οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι ἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ· ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενεν, καίπερ Ἀθαναίᾳ καταθύμιον ἔσσαν ἑταίραν. δή ποκα ποτε MSS. γὰρ πέπλων λυσαμένα περόνας