πότνἰ Ἀθαναία τὺ σὺ MSS. μὲν ἔξιθι· μέσφα δʼ ἐγώ τι ταῖσδʼ ἐρέω. μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων. παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις πουλύ τι καὶ περὶ δὴ φίλατο τᾶν ἑταρᾶν, ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο· ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων ἢ ʼπὶ Κορωνείας ἢ εἰς Ἁλίαρτον ἐλαύνοι ἵππως, Βοιωτῶν ἔργα διερχομένα, ἢ ʼπὶ Κορωνείας, There is much uncertainty about the text here. We assume a very bold epanaphora. ἵνα οἱ τεθυωμένον ἄλσος καὶ βωμοὶ ποταμῷ κεῖντʼ ἐπὶ Κωραλίῳ· πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω, οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι ἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ· ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενεν, καίπερ Ἀθαναίᾳ καταθύμιον ἔσσαν ἑταίραν. δή ποκα ποτε MSS. γὰρ πέπλων λυσαμένα περόνας ἵππω ἐπὶ κράνᾳ Ἑλικωνίδι καλὰ ῥεοίσᾳ λῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία. ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι, πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος. Τειρεσίας δʼ ἔτι μῶνος μοῦνος MSS. ἁμᾶ κυσὶν ἄρτι γένεια περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·