τἀθάνᾳ τὸ λοετρὸν ἄγων καλόν. ἀλλά, Πελασγέ, φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδῃς. ὅς κεν ἴδῃ γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον, τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον. πότνἰ Ἀθαναία τὺ σὺ MSS. μὲν ἔξιθι· μέσφα δʼ ἐγώ τι ταῖσδʼ ἐρέω. μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων. παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις πουλύ τι καὶ περὶ δὴ φίλατο τᾶν ἑταρᾶν, ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο· ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων