κρεῖον ὄρος· σὲ δέ, δαῖμον, ἀπορρώγεσσιν ἔθηκεν ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες· ἔξιθʼ Ἀθαναία περσέπτολι, χρυσεοπήληξ, ἵππων καὶ σακέων ἁδομένα πατάγῳ. σάμερον ὑδροφόροι μὴ βάπτετε—σάμερον Ἄργος πίνετʼ ἀπὸ κρανᾶν μηδʼ ἀπὸ τῶ ποταμῶ, τῶν ποταμῶν MSS. σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ᾽ς Φυσάδειαν ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ. καὶ γὰρ δὴ χρυδῷ τε καὶ ἄνθεσιν ὕδατα μίξας ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων