οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον. ἔξιθʼ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα, παρθενικαὶ μεγάλων παῖδες Ἀκεστοριδᾶν Ἀρεστοριδᾶν Valckenaer. ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς, ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς· ὅς ποκα βωλευτὸν ποτε βουλευτὸν MSS. γνοὺς ἐπί οἱ θάνατον δᾶμον ἑτοιμάζοντα φυγᾷ τεὸν ἱρὸν ἄγαλμα ᾤχετʼ ἔχων, Κρεῖον δʼ εἰς ὄρος ᾠκίσατο· κρεῖον ὄρος· σὲ δέ, δαῖμον, ἀπορρώγεσσιν ἔθηκεν ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες· ἔξιθʼ Ἀθαναία περσέπτολι, χρυσεοπήληξ, ἵππων καὶ σακέων ἁδομένα πατάγῳ. σάμερον ὑδροφόροι μὴ βάπτετε—σάμερον Ἄργος πίνετʼ ἀπὸ κρανᾶν μηδʼ ἀπὸ τῶ ποταμῶ, τῶν ποταμῶν MSS. σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ᾽ς Φυσάδειαν ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ. καὶ γὰρ δὴ χρυδῷ τε καὶ ἄνθεσιν ὕδατα μίξας ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων τἀθάνᾳ τὸ λοετρὸν ἄγων καλόν. ἀλλά, Πελασγέ, φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδῃς. ὅς κεν ἴδῃ γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον, τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον. πότνἰ Ἀθαναία τὺ σὺ MSS. μὲν ἔξιθι· μέσφα δʼ ἐγώ τι ταῖσδʼ ἐρέω. μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων. παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις πουλύ τι καὶ περὶ δὴ φίλατο τᾶν ἑταρᾶν, ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο· ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων