οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον. ἔξιθʼ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα, παρθενικαὶ μεγάλων παῖδες Ἀκεστοριδᾶν Ἀρεστοριδᾶν Valckenaer. ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς, ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς· ὅς ποκα βωλευτὸν ποτε βουλευτὸν MSS. γνοὺς ἐπί οἱ θάνατον δᾶμον ἑτοιμάζοντα φυγᾷ τεὸν ἱρὸν ἄγαλμα ᾤχετʼ ἔχων, Κρεῖον δʼ εἰς ὄρος ᾠκίσατο·